Add parallel Print Page Options

11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν [a]σοὶ εὐδόκησα.

12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 καὶ [b]ἦν ἐν τῇ ἐρήμῳ [c]τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.

14 [d]Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ [e]εὐαγγέλιον τοῦ θεοῦ 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

16 [f]Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν [g]ἀδελφὸν Σίμωνος [h]ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς· 17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 καὶ [i]εὐθὺς ἀφέντες τὰ [j]δίκτυα ἠκολούθησαν αὐτῷ. 19 καὶ [k]προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 20 καὶ [l]εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ [m]εὐθὺς τοῖς σάββασιν [n]ἐδίδασκεν εἰς τὴν συναγωγήν. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 καὶ [o]εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων· [p]Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ [q]φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν [r]ἅπαντες, ὥστε συζητεῖν [s]πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; [t]διδαχὴ καινή· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 [u]καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς [v]πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

29 Καὶ [w]εὐθὺς ἐκ τῆς συναγωγῆς [x]ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ [y]εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς [z]χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ [aa]πυρετός, καὶ διηκόνει αὐτοῖς.

32 Ὀψίας δὲ γενομένης, ὅτε [ab]ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ [ac]ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν [ad]αὐτόν.

35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. 36 καὶ [ae]κατεδίωξεν αὐτὸν [af]Σίμων καὶ οἱ μετ’ αὐτοῦ, 37 καὶ [ag]εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες [ah]ζητοῦσίν σε. 38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν [ai]ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ [aj]ἐξῆλθον. 39 καὶ [ak]ἦλθεν κηρύσσων [al]εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:11 σοὶ WH Treg NIV ] ᾧ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:13 ἦν WH Treg NIV ] + ἐκεῖ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:13 τεσσεράκοντα ἡμέρας WH Treg NIV ] ἡμέρας τεσσεράκοντα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 Καὶ μετὰ WH Treg ] Μετὰ δὲ NIV RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 εὐαγγέλιον WH Treg NIV ] + τῆς βασιλείας RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 Καὶ παράγων WH Treg NIV ] Περιπατῶν δὲ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 ἀδελφὸν WH Treg NIV ] + αὐτοῦ τοῦ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 ἀμφιβάλλοντας WH Treg NIV ] βάλλοντας ἀμφίβληστρον RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:18 εὐθὺς WH NIV ] εὐθέως RP Treg
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:18 δίκτυα WH Treg NIV ] + αὐτῶν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:19 προβὰς WH Treg NIV ] ἐκεῖθεν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:20 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:21 εὐθὺς WH NIV ] εὐθέως Treg RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:21 ἐδίδασκεν εἰς τὴν συναγωγήν Holmes WHmarg ] εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν WH Treg NIV RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:23 εὐθὺς WH NIV ] – Treg RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:24 Τί WH Treg NIV ] Ἔα τί RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:26 φωνῆσαν WH Treg NIV ] κράξαν RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 ἅπαντες WH Treg NIV ] πάντες RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 πρὸς ἑαυτοὺς Treg NIV RP ] αὐτοὺς WH
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 διδαχὴ καινή WH Treg NIV ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν δὲ RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 πανταχοῦ WH Treg NIV ] – RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:29 ἐξελθόντες ἦλθον WH NIV RP ] ἐξελθὼν ἦλθεν Treg
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:30 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:31 χειρός WH NIV ] + αὐτῆς Treg RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:31 πυρετός WH Treg NIV ] + εὐθέως RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:32 ἔδυ NIV RP ] ἔδυσεν WH Treg
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:33 ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη WH Treg NIV ] ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:34 αὐτόν Treg NIV RP ] + χριστὸν εἶναι WH
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:36 κατεδίωξεν WH NIV ] κατεδίωξαν Treg RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:36 Σίμων WH NIV ] ὁ Σίμων Treg RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:37 εὗρον αὐτὸν καὶ WH Treg NIV ] εὑρόντες αὐτὸν RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:37 ζητοῦσίν σε WH Treg NIV ] σε ζητοῦσιν RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:38 ἀλλαχοῦ WH Treg NIV ] – RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:38 ἐξῆλθον WH Treg NIV ] ἐξελήλυθα RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:39 ἦλθεν WH Treg NIV ] ἦν RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:39 εἰς τὰς συναγωγὰς WH Treg NIV ] ἐν ταῖς συναγωγαῖς RP